<<
Ενότητα 4
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 4 Λουκιανοῦ, Ἀληθής Ἱστορία 2.3-4 (διασκευή)

Πλέομεν ὅσον τριακοσίους σταδίους καὶ νήσῳ μικρᾷ καὶ ἐρήμῃ προσφερόμεθα. Μείναντες δὲ ἡμέρας ἐν τῇ νήσῳ πέντε, τῇ ἕκτῃ ἐξορμῶμεν καὶ τῇ ὀγδόῃ καθορῶμεν ἀνθρώπους πολλοὺς ἐπὶ τοῦ πελάγους διαθέοντας, ἅπαντα ἡμῖν προσεοικότας καὶ τὰ σώματα καὶ τὰ μεγέθη, πλὴν τῶν ποδῶν μόνων∙ ταῦτα γὰρ φέλλινα ἔχουσιν∙ ἀφ” οὗ δή, οἶμαι, καὶ καλοῦνται Φελλόποδες. Θαυμάζομεν οὖν ὁρῶντες οὐ βαπτιζομένους, ἀλλὰ ὑπερέχοντας τῶν κυμάτων καὶ ἀδεῶς ὁδοιποροῦντας. Οἱ δὲ καὶ προσέρχονται καὶ ἀσπάζονται ἡμᾶς ἑλληνικῇ φωνῇ λέγουσί τε εἰς Φελλώ τὴν αὑτῶν πατρίδα ἐπείγεσθαι. Μέχρι μὲν οὖν τινος συνοδοιποροῦσι ἡμῖν παραθέοντες, εἶτα ἀποτρεπόμενοι τῆς ὁδοῦ βαδίζουσιν εὔπλοιαν ἡμῖν ἐπευχόμενοι.