<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
Συντακτικό
>>
ΞΕΝΟΦΩΝΤΟΣ, ΕΛΛΗΝΙΚΩΝ, 2, 1, 31

μετὰ δὲ ταῦτα Λύσανδρος ἁθροίσας τοὺς συμμάχους ἐκέλευσε βουλεύεσθαι περὶ τῶν αἰχμαλώτων. ἐνταῦθα δὴ κατηγορίαι ἐγίγνοντο πολλαὶ τῶν Ἀθηναίων, ἅ τε ἤδη παρενενομήκεσαν καὶ ἃ ἐψηφισμένοι ἦσαν ποιεῖν, εἰ κρατήσειαν τῇ ναυμαχίᾳ, τὴν δεξιὰν χεῖρα ἀποκόπτειν τῶν ζωγρηθέντων πάντων, καὶ ὅτι λαβόντες δύο τριήρεις, Κορινθίαν καὶ Ἀνδρίαν, τοὺς ἄνδρας ἐξ αὐτῶν πάντας κατακρημνίσειαν· Φιλοκλῆς δ” ἦν στρατηγὸς τῶν Ἀθηναίων, ὃς τούτους διέφθειρεν.