<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
>>
ΣΑΠΦΩ Απόσπασμα 14 Ποικιλόθρον’ αθανάτ’

Ποικιλόθρον’ ἀθανὰτ’ Ἀφρόδιτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε πότνια, μὴ μ’ δάμνα θῦμον ἄσαισι μηδ’ ὀνίαισι, ἀλλὰ ἒλθ’τυίδ’, αἴ ποτα κἀτέρωτα ἔκλυες ἀίοισα τάς ἔμας αὔδας πήλοι, λίποισα δὲ χρύσιον δόμον πάτρος ἦλθες ὐπασδεύξαισα ἂρμα ὤκεες δὲ στροῦθοι κάλοι ἆγον σε περὶ γᾶς μελαίνας δίννεντες πύκνα πτέρα ἀπ’ ὠράνωἴθερος διὰ μέσσω αἶψα δ’ ἐξίκοντο σὺ δ’, ὦ μάκαιρα μειδιαίσαισ’ ἀθανάτωι προσώπωι ἢρε’ ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημμι κὤττι θέλω μάλιστα γένεσθαι μοι μαινόλαι θύμωι τίνα δηὖτε πείθω ….σαγην ἐς σάν φιλότατα; τὶς σ’, ὦ Ψάπφ’, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κοὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, λῦσον δὲ ἐκ χαλέπαν μερίμναν, ὄσσα δὲ θῦμος ἰμέρρει τέλεσσαί μοι τέλεσον, σὺ δ’ αὔτα ἔσσο σύμμαχος.