<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
>>
ΠΙΝΔΑΡΟΣ

αἱ μεγαλοπόλιες Ἀθᾶναι κάλλιστον προοίμιον εὐρυσθενεῖ γενεᾷ Ἀλκμανιδᾶν βαλέσθαι κρηπῖδ’ ἀοιδᾶν ἵπποισι. ἐπεί ναίων τίνα πάτραν, ναίων τίνα οἶκον ὀνυμάξεαι ἐπιφανέστερον οἶκον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι ὁμιλεῖ λόγος ἀστῶν Ἐρεχθέος, Ἄπολλον, οἵ ἔτευξαν τεὸν θαητὸν δόμον δίᾳ Πυθῶνι. μέ δὲ ἄγοντι πέντε μὲν νῖκαι Ἰσθμοῖ, μία δ’ ἐκπρεπὴς Διὸς Ὀλυμπιάς, δύο δ’ ἀπὸ Κίρρας, ὦ Μεγάκλεες, ὑμαὶ τὲ καὶ προγόνων. χαίρω δέ τι νέᾳ εὐπραγίᾳ τό δ’ ἄχνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντὶ γε μάν οὕτω κ’ ἀνδρὶ εὐδαιμονίαν θάλλοισαν παρμονίμαν φέρεσθαι τὰ καὶ τὰ.