<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
ΜΙΜΝΕΡΜΟΣ Απόσπασμα 11 ἡμεῖς δ΄, οἷὰ τε φύλλα

ἡμεῖς δ΄, οἷὰ τε φύλλα φύει πολυάνθεμος ὥρη ἔαρος, ὅτ’ αὔξεται αἶψ αὐγῆις ἠελίου, ἴκελοι τοῖς τερπόμεθα ἄνθεσιν ἥβης ἐπὶ πήχυιον χρόνον, εἰδότες οὔτε κακὸν οὒτ’ ἀγαθόν πρὸς θεῶν μέλαιναι δὲ Κῆρες παρεστήκασι, ἡ μὲν ἔχουσα τέλος ἀργαλέου γήραος, ἡ δ’ ἑτέρη θανάτοιο καρπός δὲ ἥβης γίνεται μίνυνθα, ὅσον τ’ ἠέλιος κίδναται ἐπὶ γῆν. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος ὥρης παραμείψεται, αὐτίκα δὴ βέλτιον τεθνάναι ἢ βίοτος πολλὰ γὰρ κακὰ γίνεται ἐν θυμῶι ἄλλοτε οἶκος τρυχοῦται, ὀδυνηρὰ δ’ ἔργ’ πενίης πέλει ἄλλος δ’ αὖ ἐπιδεύεται παίδων, ὧν ἰμείρων τε κατὰ γῆς μάλιστα εἰς Ἀῒδην ἔρχεται ἄλλος ἔχει νοῦσον θυμοφθόρον οὐδὲ τις ἀνθρώπων ἐστίν ὧι Ζεὺς μὴ διδοῖ πολλὰ κακὰ.