<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
Σχόλια
>>
ΕΝΟΤΗΤΑ 4
<Ἀριστοτέλους, Ἠθικά Νικομάχεια Β 1. 7-8>

Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει∙ πράττοντες γὰρ τὰ ἐν τοῖς συναλλάγμασι τοῖς πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἵ μὲν δίκαιοι οἵ δὲ ἄδικοι, πράττοντες δὲ τὰ ἐν τοῖς δεινοῖς καὶ ἐθιζόμενοι φοβεῖσθαι ἢ θαρρεῖν οἵ μὲν ἀνδρεῖοι οἵ δὲ δειλοί. Ὁμοίως δὲ καὶ τὰ περὶ τάς ἐπιθυμίας ἔχει καὶ τὰ περὶ τάς ὀργάς∙ οἵ μὲν γὰρ σώφρονες καὶ πρᾶοι γίνονται, οἵ δ’ ἀκόλαστοι καὶ ὀργίλοι, οἵ μὲν ἐκ τοῦ οὑτωσὶ ἐν αὐτοῖς ἀναστρέφεσθαι, οἵ δὲ ἐκ τοῦ οὑτωσί. Καὶ ἐνὶ δὴ λόγῳ ἐκ τῶν ὁμοίων ἐνεργειῶν αἱ ἕξεις γίνονται. Διὸ δεῖ τάς ἐνεργείας ποιἀς ἀποδιδόναι∙ κατὰ γὰρ τάς τούτων διαφοράς ἀκολουθοῦσιν αἱ ἕξεις. Οὐ μικρὸν οὖν διαφέρει τὸ οὕτως ἢ οὕτως εὐθὺς ἐκ νέων ἐθίζεσθαι, ἀλλὰ πάμπολυ, μᾶλλον δὲ τὸ πᾶν.