<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
Σχόλια
>>
ΕΝΟΤΗΤΑ 5
<Ἀριστοτέλους, Ἠθικά Νικομάχεια Β 3. 1-2>

Σημεῖον δὲ δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην τοῖς ἔργοις∙ ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δ’ ἀχθόμενος ἀκόλαστος, καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλός. Περὶ ἠδονάς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή∙ διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. Διὸ δεῖ ἦχθαί πως εὐθὺς ἐκ νέων, ὡς ὁ Πλάτων φησίν, ὥστε χαίρειν τε καὶ λυπεῖσθαι οἷς δεῖ∙ ἡ γὰρ ὀρθὴ παιδεία αὕτη ἐστίν.