Ενότητα 2
Μετάφραση Α'
Μετάφραση Β'
Video
Ειδήσεις
Γραμματική
>>
ΕΝΟΤΗΤΑ 2 Πλάτωνος, Πρωταγόρας 325c – 326c (ελεύθερη διασκευή)

Ἐν Ἀθήναις τοὺς παῖδας μετ” ἐπιμελείας διδάσκουσι καὶ νουθετοῦσι. Πρῶτον μὲν καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς ὁ πατὴρ ἐπιμελοῦνται ὅπως βέλτιστος γενήσεται ὁ παῖς, διδάσκοντες ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον καὶ τόδε μὲν καλόν, τόδε δὲ αἰσχρόν ἐστι. Εἶτα δέ, ἐπειδάν οἱ παῖδες εἰς ἡλικίαν ἔλθωσιν, οἱ γονεῖς εἰς διδασκάλων πέμπουσιν, ἔνθα οἱ μὲν γραμματισταὶ ἐπιμελοῦνται ὅπως γράμματα μάθωσι καὶ τὰ γεγραμμμένα ἐννοῶσι, οἱ δὲ κιθαρισταὶ τῷ κιθαρίζειν ἡμερωτέρους αὐτοὺς ποιεῖν πειρῶνται καὶ τάς τῶν παίδων ψυχάς πρὸς τὸν ρυθμὸν καὶ τὴν ἁρμονίαν οἰκειοῦσι. Ἔτι οἱ παῖδες ἐν γυμνασίοις καὶ παλαίστραις φοιτῶσιν, ἔνθα οἱ παιδοτρίβαι βελτίω τὰ σώματα αὐτῶν ποιοῦσι, ἵνα μὴ ἀναγκάζωνται ἀποδειλιᾶν διὰ τὴν τῶν σωμάτων πονηρίαν.