<<
Video
Μετάφραση Α'
Μετάφραση Β'
Σχόλια
>>
ΕΝΟΤΗΤΑ 2
<Ἀριστοτέλους, Ἠθικά Νικομάχεια Β 1. 4>

Ἔτι ὅσα μὲν φύσει ἡμῖν παραγίνεται, τάς δυνάμεις τούτων πρότερον κομιζόμεθα, ὕστερον δὲ τάς ἐνεργείας ἀποδίδομεν, (ὅπερ ἐπὶ τῶν αἰσθήσεων δῆλον∙ οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν ἤ πολλάκις ἀκοῦσαι τάς αἰσθήσεις ἐλάβομεν, ἀλλ’ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα, οὐ χρησάμενοι ἔσχομεν)∙ τάς δ’ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν∙ ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ποιοῦντες μανθάνομεν, οἷον οἰκοδομοῦντες οἰκοδόμοι γίνονται καὶ κιθαρίζοντες κιθαρισταί∙ οὕτω δὴ καὶ τὰ μὲν δίκαια πράττοντες δίκαιοι γινόμεθα, τὰ δὲ σώφρονα σώφρονες, τὰ δ’ ἀνδρεῖα ἀνδρεῖοι.