ΕΝΟΤΗΤΑ 1A Αἰλινοῦ, Ποικίλη Ἱστορία, 1. 34 (διασκευή)
Ἀνὴρ γένει Μάρδος παῖδας εἶχεν ἑπτά. Τούτων ὁ νεώτατος κακὰ πολλά τούς ἄλλους εἰργάζετο. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ ρυθμίζειν λόγῳ∙ ἐπεί δὲ οὐκ ἐπείθετο πρὸς τοὺς δικαστάς ἤγαγε καὶ ὅσα αὐτῷ ἐτετόλμητο ἀκριβῶς κατηγόρησε, καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον. Οἱ δὲ ἐξεπλάγησαν καὶ ἀμφοτέρους ἐπὶ τὸν βασιλέα Ἀρταξέρξην ἤγαγον. Τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου, βασιλεὺς ἔφη: «εἶτα τολμήσεις τὸν υἱὸν ἀποθνῄσκοντα ὑπομεῖναι;».