ΕΝΟΤΗΤΑ 1B Αἰλινοῦ, Ποικίλη Ἱστορία, 1. 34 (διασκευή)
Ὁ δὲ ἔφη «πάντων μάλιστα· ἐπεί καὶ ὅταν τῶν φυομένων θριδακινῶν τάς ἐκφύσεις τάς πικράς ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ γλυκίων γίνεται». Ταῦτα ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν ἄνδρα καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπών ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς καὶ ἀδέκαστος, ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου, ἐὰν ἀδικῶν φωραθῇ ἕτερα.