<<
Ενότητα 5
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 5 Ξενοφῶντος, Πόροι, 1.1-5 (διασκευή)

Τῶν Ἀθήνησι προεστηκότων ἔλεγόν τινες ὡς γιγνώσκουσι μὲν τὸ δίκαιον, διὰ δὲ τὴν τοῦ πλήθους πενίαν ἀναγκάζονται ἀδικώτεροι εἶναι περὶ τάς πόλεις. Ἐκ τούτου ἐπεχείρησα σκοπεῖν εἴ πῃ δύναιντ” ἂν οἱ πολῖται διατρέφεσθαι ἐκ τῆς ἑαυτῶν. Τοῦτο μέν οὖν εὐθὺς ἀνεφαίνετό μοι, ὅτι ἡ χώρα πέφυκεν οἵα πλείστας προσόδους παρέχεσθαι. Αἱ μέν γὰρ ὧραι ἐνθάδε πρᾳόταταί εἰσι∙ ἃ δὲ πολλαχοῦ οὐδὲ βλαστάνει, ἐνθάδε καρποφορεῖ. Ὥσπερ δὲ ἡ γῆ, οὕτω καὶ ἡ περὶ τὴν χώραν θάλαττα παμφορωτάτη ἐστίν. Καὶ μὴν ὅσαπερ οἱ θεοὶ ἐν ταῖς ὥραις ἀγαθὰ παρέχουσιν, καὶ ταῦτα πάντα ἐνταῦθα πρῳαίτατα μέν ἄρχεται, ὀψιαίτατα δὲ λήγει. Πρὸς τούτοις καὶ ἀίδια ἀγαθὰ ἔχει ἡ χώρα. Πέφυκεν μέν γὰρ λίθος ἐν αὐτῇ ἄφθονος, ἐξ οὗ κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοὶ γίγνονται, εὐπρεπέστατα δὲ θεοῖς ἀγάλματα. Ἔστι δὲ καὶ γῆ, ἥ σπειρομένη μὲν οὐ φέρει καρπόν, ὀρυττομένη δὲ πολλαπλασίους τρέφει ἢ εἰ σῖτον ἔφερε. Καὶ μὴν ὑπάργυρός ἐστι.