<<
Ενότητα 6
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 6 Μῦθος τοῦ Αἰσώπου (διασκευή)

Ἔλαφος εὐμεγέθης ὥρᾳ θέρους διψῶν παραγίνεται ἐπὶ τινα πηγὴν διαυγῆ καὶ βαθεῖαν καὶ πιών ὅσον ἤθελεν προσεῖχεν τῇ τοῦ σώματος ἰδέᾳ. Καὶ μάλιστα μὲν ἐπᾐνει τὴν φύσιν τῶν κεράτων ὡς κόσμος εἴη παντὶ τῷ σώματι. Ἔψεγεν δὲ τὴν τῶν σκελῶν λεπτότητα ὡς οὐχ οἵων τε ὄντων φέρειν πᾶν τὸ βάρος. Ἐν ᾧ δὲ πρὸς τούτοις ἦν, ὑλακὴ τε κυνῶν αἰφνιδίως ἀκούεται καὶ κυνηγέται πλησίον. Ὁ δὲ πρὸς φυγὴν ὥρμα καὶ μέχρις ὅπου διὰ πεδίου ἐποιεῖτο τὸν δρόμον, ἐσᾡζετο ὑπὸ τῆς ὠκύτητος τῶν σκελῶν. Ἐπεί δὲ εἰς πυκνὴν καὶ δασεῖαν ὕλην ἐνέπεσεν, ἐμπλακέντων αὐτῷ τῶν κεράτων ἑάλω, πείρᾳ μαθών ὅτι ἄρα ἄδικος ἦν τῶν ἰδίων κριτὴς ψέγων μὲν τὰ σώζοντα, ἐπαινῶν δὲ τὰ προδόντα αὑτόν.