<<
Μετάφραση Α'
Μετάφραση Β'
Συντακτικό
>>
ΞΕΝΟΦΩΝΤΟΣ, ΕΛΛΗΝΙΚΩΝ, 2, 4, 22

ἐξὸν δ” ἡμῖν ἐν εἰρήνῃ πολιτεύεσθαι, οὗτοι τὸν πάντων αἴσχιστόν τε καὶ χαλεπώτατον καὶ ἀνοσιώτατον καὶ ἔχθιστον καὶ θεοῖς καὶ ἀνθρώποις πόλεμον ἡμῖν πρὸς ἀλλήλους παρέχουσιν. ἀλλ” εὖ γε μέντοι ἐπίστασθε ὅτι καὶ τῶν νῦν ὑφ” ἡμῶν ἀποθανόντων οὐ μόνον ὑμεῖς ἀλλὰ καὶ ἡμεῖς ἔστιν οὓς πολλὰ κατεδακρύσαμεν. ὁ μὲν τοιαῦτα ἔλεγεν· οἱ δὲ λοιποὶ ἄρχοντες καὶ διὰ τὸ τοιαῦτα προσακούειν τοὺς μεθ” αὑτῶν ἀπήγαγον εἰς τὸ ἄστυ.