<<
Ενότητα 9
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 9 Ἰσοκράτους, Εύαγόρας, 1-6 (διασκευή)

Ὁρῶν, ὦ Νικόκλεις, τιμῶντά σε τὸν τάφον τοῦ πατρὸς οὐ μόνον τῷ πλήθει καὶ τῷ κάλλει τῶν ἐπιφερομένων, ἀλλὰ καὶ χοροῖς καὶ μουσικῇ καὶ γυμνικοῖς ἀγῶσιν, ἡγησάμην Εὐαγόραν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τετελευτηκόσιν περὶ τῶν ἐνθάδε γιγνομένων, χαίρειν ὁρῶντα τὴν τε περὶ αὑτὸν ἐπιμέλειαν καὶ τὴν σὴν μεγαλοπρέπειαν. Πολὺ δ’ ἂν ἔτι πλείω χάριν ἔχοι, εἴ τις δυνηθείη περὶ τῶν ἐπιτηδευμάτων καὶ τῶν κινδύνων αὐτοῦ ἀξίως εἰπεῖν∙ εὑρήσομεν γὰρ τοὺς φιλοτίμους καὶ μεγαλοψύχους τῶν ἀνδρῶν πάντα ποιοῦντας ὅπως ἀθάνατον τὴν περὶ αὑτῶν μνήμην καταλείψουσιν. Τὶς δ” οὐκ ἂν ἀθυμήσειεν, ὅταν ὁρᾷ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ γενομένους ὑμνουμένους, αὑτὸν δὲ προειδῇ, μηδ” ἂν ὑπερβάλλῃ τάς ἐκείνων ἀρετάς, μηδέποτε τοιούτων ἐπαίνων ἀξιωθησόμενον; Τούτων δ” αἴτιος ὁ φθόνος∙ οὕτω γὰρ τινες δυσκόλως πεφύκασιν, ὥσθ” ἥδιον ἂν εὐλογουμένων ἀκούοιεν οὕς οὐκ ἴσασιν εἰ γεγόνασιν, ἢ τούτων ὑφ” ὧν εὖ πεπονθότες αὐτοὶ τυγχάνουσιν.