<<
Ενότητα 14
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 14 Μῦθος τοῦ Αἰσώπου (διασκευή)

Λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασεν καὶ καλὸν καὶ τῶν ἄλλων θηρίων δυνατώτερον∙ «τοιοῦτος δὲ ὤν», ἔφασκε, «τὸν ἀλεκτρυόνα φοβοῦμαι». Καὶ ὁ Προμηθεὺς ἔφη: «Τί με μάτην αἰτιᾷ; Τὰ γὰρ ἐμά πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην∙ ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλθακή ἐστί». Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα, «Τί πάσχεις», ἔφη, «καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὗς;» Καὶ ὁ ἐλέφας κατὰ τύχην περιπτάντος αὐτῷ κώνωπος, «Ὁρᾶς», ἔφη, «τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; Ἢν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα». Καὶ ὁ λέων, «Τί οὖν ἔτι ἀποθνήσκειν», ἔφη, « με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;»