ΕΝΟΤΗΤΑ 15 Ἀντωνῖνος Λιβεράλις, Μεταμορφώσεων Συναγωγή (διασκευή)
Γαλάτεια ἡ Εὐρυτίου τοῦ Σπάρτωνος συνεζύγη ἐν Φαιστῷ τῆς Κρήτης Λάμπρῳ τῷ Πανδίονος, ἀνδρὶ τὰ μὲν εἰς γένος εὖ ἔχοντι, βίου δὲ ἐνδεεῖ. Οὗτος, ἐπειδὴ ἐγκύμων ἦν ἡ Γαλάτεια, ηὔξατο μὲν ἄρρενα γενέσθαι αὐτῷ παῖδα, προηγόρευσε δὲ τῇ γυναικί, ἐὰν γεννήσῃ κόρην, ἀφανίσαι. Τῇ δὲ Γαλατείᾳ θυγάτηρ ἐγένετο. Καὶ κατοικτείρασα τὸ βρέφος καὶ τὴν ἐρημίαν τοῦ οἴκου λογισαμένη ἐψεύσατο τὸν Λάμπρον ἄρρεν λέγουσα τεκεῖν καὶ ἐξέτρεφεν ὡς παῖδα κοῦρον ὀνομάσασα Λεύκιππον. Ἐπεί δὲ ηὔξετο ἡ κόρη καὶ ἐγένετο ἄφατόν τι κάλλος, δείσασα τὸν Λάμπρον ἡ Γαλάτεια, κατέφυγεν εἰς τὸ τῆς Λητοῦς ἱερὸν καὶ πλεῖστα τὴν θεὸν ἱκέτευσεν, εἴ πως αὐτῇ κόρος ἡ παῖς ἀντὶ θυγατρὸς δύναιτο γενέσθαι. Ἡ δὲ Λητὼ συνεχῶς ὀδυρομένην καὶ ἱκετεύουσαν ᾤκτειρε τὴν Γαλάτειαν καὶ μετέβαλε τὴν φύσιν τῆς παιδὸς εἰς κόρον. Ταύτης ἔτι μέμνηνται τῆς μεταβολῆς Φαίστιοι καὶ τὴν ἑορτὴν Ἐκδύσια καλοῦσιν, ἐπεί τὸν πέπλον ἡ παῖς ἐξέδυ.