<<
Ενότητα 16
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 16 Αἰλιανοῦ, Ποικίλη Ἱστορία 6. 12 (διασκευή)

Διονύσιος ὁ δεύτερος τὴν ἀρχὴν εἶχεν εὖ μάλα περιπεφραγμένην. Ναῦς μὲν ἐκέκτητο οὐκ ἐλάττους τῶν τετρακοσίων, πεζῶν δὲ δύναμιν ἐς δέκα μυριάδας, ἱππεῖς δὲ ἐννεακισχιλίους. Ἡ δὲ πόλις τῶν Συρακοσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον. Εἶχε δὲ καὶ συμμάχους παμπόλλους. Καὶ τούτοις ἐπιθαρρῶν ὁ Διονύσιος ἀδάμαντι δεδεμένην ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι. Ἀλλ” οὗτός γε εἶδε καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τάς θυγατέρας ἀναιρεθείσας. Οὐδεὶς δὲ τῶν ἀπ” αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν∙ οἱ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἱ δὲ κατατμηθέντες ἐς τὴν θάλατταν ἐξερρίφησαν. Αὐτὸς δὲ ἐν πενίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός. Καὶ ἦν δεῖγμα οὐ τὸ τυχὸν τοῖς ἀνθρώποις ἐς σωφροσύνην καὶ τρόπου κόσμον ἡ τοῦ Διονυσίου ἐς οὕτω ταπεινὰ μεταβολή.