<<
Ενότητα 18
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
ΕΝΟΤΗΤΑ 18 Μῦθος τοῦ Αἰσώπου (διασκευή)

Ξυλευόμενός τις παρὰ τινα ποταμὸν τὸν πέλεκυν ἀπέβαλε. Τοῦ δὲ ρεύματος παρασύραντος αὐτὸν ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. Καὶ μαθών παρ” αὐτοῦ τὴν αἰτίαν, δι” ἥν ἔκλαιε, τὸ μὲν πρῶτον καταβάς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο, εἰ οὗτος αὐτοῦ εἴη. Τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἀργυροῦν ἀνήνεγκε καὶ ἠρώτα, εἰ τοῦτον ἀπέβαλεν. Ἀρνησαμένου δὲ καὶ τοῦτον τὸ τρίτον τὴν ἰδὶαν ἀξίνην αὐτῷ ἐκόμισε. Τοῦ δὲ ἐπιγνόντος ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. Καὶ ὃς παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ γεγενημένα αὐτοῖς διηγήσατο. Τῶν δὲ τις ἀναλαβών πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε, καθεζόμενός τε ἔκλαιε. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου, τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώλειαν. Τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος, εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ἐξαφθείς ἔφασκεν αὐτὸν εἶναι. Καὶ ὁ θεὸς αὐτῷ οὐκ ἐχαρίσατο, ἀλλ” οὐδὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν.