ΕΝΟΤΗΤΑ 6
<Ἀριστοτέλους, Ἠθικά Νικομάχεια Β 6. 1-4>
Δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποὶα τις. Ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτὸ τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τὸν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τό ἔργον αὐτοῦ∙ τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὀρῶμεν. Ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν τὸν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους. Εἰ δὴ τοῦτ’ ἐπὶ πάντων οὕτως ἔχει, καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ εἴη ἂν ἡ ἕξις ἀφ’ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται καὶ ἀφ’ ἧς εὖ τὸ ἑαυτοῦ ἔργον ἀποδώσει. Πῶς δὲ τοῦτ’ ἔσται….ὧδ’ ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποὶα τὶς ἐστιν ἡ φύσις αὐτῆς.