ΕΝΟΤΗΤΑ 7
<Ἀριστοτέλους, Ἠθικά Νικομάχεια Β 6. 4-8>
Ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ ἔστι λαβεῖν τὸ μὲν πλεῖον τὸ δ’ ἔλαττον τὸ δ’ ἴσον, καὶ ταῦτα ἤ κατ’ αὐτὸ τὸ πρᾶγμα ἤ πρὸς ἡμᾶς… Λέγω δὲ τοῦ μὲν πράγματος μέσον τὸ ἴσον ἀπέχον ἀφ’ ἑκατέρου τῶν ἄκρων, ὅπερ ἐστὶν ἓν καὶ τὸ αὐτὸ πᾶσιν, πρὸς ἡμᾶς δὲ (μέσον) ὃ μήτε πλεονάζει μήτε ἐλλείπει∙ τοῦτο δ’ οὐχ ἕν, οὐδὲ ταὐτὸν πᾶσιν. Οἷον εἰ τὰ δέκα πολλὰ τὰ δὲ δύο ὀλίγα, τὰ ἓξ μέσα λαμβάνουσι κατὰ τὸ πρᾶγμα∙ ἴσῳ γὰρ ὑπερέχει τε καὶ ὑπερέχεται∙ τοῦτο δὲ μέσον ἐστὶ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. Τὸ δὲ πρὸς ἡμᾶς οὐχ οὕτω ληπτέον∙ οὐ γὰρ εἴ τῳ δέκα μναῖ φαγεῖν πολὺ δύο δὲ ὀλίγον, ὁ ἀλείπτης ἓξ μνᾶς προστάξει∙ ἔστι γὰρ ἴσως καὶ τοῦτο πολὺ τῷ ληψομένῳ ἤ ὀλίγον∙ Μίλωνι μὲν γὰρ ὀλίγον, τῷ δὲ ἀρχομένῳ τῶν γυμνασίων πολύ. Ὁμοίως ἐπὶ δρόμου καὶ πάλης. Οὕτω δὴ πᾶς ἐπιστήμων τὴν ὑπερβολὴν μὲν καὶ τὴν ἔλλειψιν φεύγει, τὸ δὲ μέσον ζητεῖ καὶ τοῦθ’ αἱρεῖται, μέσον δὲ οὐ τό τοῦ πράγματος ἀλλὰ τὸ πρὸς ἡμᾶς.