ΕΝΟΤΗΤΑ 2B Πλουτάρχου, Βίοι Παράλληλοι, Θεμιστοκλῆς 12. 2-6 (διασκευή)
Τοῦτον ἐκπέμπει πρὸς τὸν Ξέρξην κρύφα, κελεύσας λέγειν ὅτι Θεμιστοκλῆς ὁ τῶν Ἀθηναίων στρατηγὸς αἱρούμενος τὰ βασιλέως ἐξαγγέλλει πρῶτος αὐτῷ τοὺς Ἕλληνας ἀποδιδράσκοντας, καὶ διακελεύεται ἐν ᾧ ταράττονται τῶν πεζῶν χωρὶς ὄντες ἐπιθέσθαι καὶ διαφθεῖραι τὴν ναυτικὴν δύναμιν. Ταῦτα δ’ ὁ Ξέρξης ὡς ἀπ’ εὐνοίας λελεγμένα δεξάμενος, ἥσθη καὶ εὐθὺς ἐξέφερε πρὸς τοὺς ἡγεμόνας τῶν νεῶν διακοσίαις ναυσὶν ἀναχθέντας ἤδη διαζῶσαι τάς νήσους, ὅπως ἐκφύγοι μηδεὶς τῶν πολεμίων.