ΕΝΟΤΗΤΑ 4B Λουκιανοῦ, Ἀληθής Ἱστορία, 1. 23-25 (διασκευή)
Κάτοπτρον δὲ μέγιστον κεῖται ὑπὲρ φρέατος οὐ πάνυ βαθέος. Ἂν μὲν οὖν εἰς τὸ φρέαρ καταβῇ τις, ἀκούει πάντων τῶν ἐν τῇ γῇ λεγομένων, ἐὰν δὲ εἰς τὸ κάτοπτρον ἀποβλέψῃ, πάσας μὲν πόλεις, πάντα δὲ ἔθνη ὁρᾷ. Τότε καὶ τοὺς οἰκείους ἐγὼ ἐθεασάμην καὶ πάσαν τὴν πατρίδα, εἰ δὲ κἀκεῖνοι ἐμὲ ἐώρων, οὐκέτι ἔχω εἰπεῖν. Ὅστις δὲ ταῦτα μὴ πιστεύει οὕτως ἔχειν, ἂν ποτε καὶ αὐτὸς ἐκεῖσε ἀφίκηται, εἴσεται ὡς ἀληθῆ λέγω.