ΕΝΟΤΗΤΑ 5B Ἰωάννου Χρυσοστόμου, Εἰς τό ῥητόν τοῦ Προφήτου Δαυίδ PG 55, 517-518
Πῶς οὖν οὐκ ἄτοπον τούς ἐν τοσούτοις κοινωνοῦντας ἀλλήλοις ἐν τοῖς χρήμασιν οὕτως εἶναι πλεονέκτας, καὶ τὴν αὐτὴν μὴ διατηρεῖν ἰσονομίαν; Ὁ γὰρ θάνατος τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τάς εὐθύνας ἄγει. Ἵν’ οὖν μὴ τοῦτο γένηται, πολλῇ χρησώμεθα τῇ ἐλεημοσύνῃ. Αὕτη γὰρ ἐστιν ἡ βασίλισσα τῶν ἀρετῶν, ἥ καὶ ἐξαιρήσεται ἡμᾶς τῆς τιμωρίας. Τὰ περιττὰ δὴ ποιήσωμεν χρήσιμα, τὸν πολὺν προέμενοι πλοῦτον, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, κἄν μυρία πεπλημμεληκότες ὦμεν, ὁ Θεὸς μεταδώσει ἡμῖν συγγνώμης.