Ενότητα 10 Αἰσχίνη, Ἐπιστολαί 3.1-3
Οἱ μὲν ἄλλοι πάντες ὅσοι φεύγουσιν ἀδίκως, ἤ δέονται τῶν πολιτῶν ὅπως ἐπανέλθωσιν, ἤ διαμαρτόντες τούτου λοιδοροῦσι τάς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας∙ ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὧν ἐπολιτευσάμην ἠτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν. Οὐ γὰρ οὕτως ἔγωγε ἠλίθιός εἰμι ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἑλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ὤφειλε τῷ δημοσίῳ, γέρων ὤν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν. Ἀλλ’ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμ’ ἂν αὐτὸ γενέσθαι, τὸ μετ’ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὅμοια παθεῖν ἐκείνοις γεγονέναι.